Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 37.24 | Dem. 37.28 (English) | >>Dem. 37.30 |
37.26πῶς οὖν εἰς ἀνάγκην ἦλθεν ταῦθʼ οὕτω γράψαι ; ὁ Εὔεργος τότʼ οἶμαι πλημμελῶν ὧν δέδωκε δίκην , συνήθως ἔχων ἐμοὶ καὶ γνώριμος ὢν κατέστησεν τὸν οἰκέτην οἴκοθεν λαβὼν παρʼ ἐμοῦ φυλάττειν ὡς αὑτόν . εἰ μὲν οὖν ἔγραψε τἀληθές , γέλως ἂν ἦν · τί γάρ , εἰ κατέστησεν Εὔεργος , ἐγώ σʼ ἀδικῶ ; φεύγων δὲ τοῦτο τοιαῦτʼ ἠνάγκασται γράφειν , ἵνʼ ᾖ πρὸς ἔμʼ αὐτῷ τὸ ἔγκλημα . λέγε τὰ ἐφεξῆς .τουτὶ παντελῶς ἤδη καὶ ἀναιδές ἐστιν · οὐ γὰρ μόνον ἐκ τοῦ προκαλεῖσθαι τούτους παραδοῦναι , τοῦτον δὲ μὴ ʼθέλειν , ἀλλὰ καὶ ἐκ πάντων δῆλόν ἐστιν ψεῦδος ὄν . τίνος γὰρ εἵνεκʼ ἔπειθον ; ἵνα νὴ Δίʼ αὐτοὺς κτήσωμαι . ἀλλʼ αἱρέσεώς μοι δοθείσης ἢ ἔχειν ἢ κομίσασθαι τὰ ἐμαυτοῦ , εἱλόμην κομίσασθαι , καὶ ταῦτα μεμαρτύρηται . λέγε δὴ τὴν πρόκλησιν ὅμως .ταύτην τοίνυν οὐχὶ δεξάμενος τὴν πρόκλησιν , ἀλλὰ φυγών , σκέψασθʼ οἷον εὐθέως μετὰ ταῦτʼ ἐγκαλεῖ . λέγε τοὐχόμενον .
Ἔγκλημα
κἄπειτα πείσας τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἐπὶ βλάβῃ τῇ ἐμῇ .
37.27
Πρόκλησις
37.28
Ἔγκλημα
καὶ κατεργασάμενος τὴν ἀργυρῖτιν ,ἣν οἱ ἐμοὶ οἰκέται ἠργάσαντο ,καὶ ἔχων τὸ ἀργύριον τὸ ἐκ ταύτης τῆς ἀργυρίτιδος .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 37.24 | Dem. 37.28 (English) | >>Dem. 37.30 |